Κυριακή 31 Ιουλίου 2011

Κυριακή Ζ’ Ματθαίου

31η Ιουλίου 2011 - Κυριακή Ζ’ Ματθαίου - Ηχος πλ β’ - Εωθινόν Ζ´


ναστάσιμο πολυτίκιον

χος πλ. β’
Ἀγγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες, ἀπενεκρώθησαν· καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμαἘσκύλευσας τὸν ᾍδην, μὴ πειρασθεὶςὑπ' αὐτοῦ· ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήνὉ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

Κοντάκιονχος β

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε,μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, Μὴ παρίδης ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὦς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοί.Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.


Ο ΑΠΟΣΤΟΛΟΣ

Ρωμαίους  ιε’ 1-7
Σῶσον τὸν λαόν σου καὶ εὐλόγησον
τὴν κληρονομίαν σου.
Πρός σέ, Κύριε, κεκράξομαι, ὁ Θεός μου
Πρὸς Ρωμαίους Ἐπιστολῆς Παύλου τὸ
Ἀνάγνωσμα  
Ἀδελφοί, ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. Ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν.
Καὶ γὰρ ὁ χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλά, καθὼς γέγραπται, Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπʼ ἐμέ.
Ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ διὰ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν.
Ὁ δὲ θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ χριστὸν Ἰησοῦν· ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ.
Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ χριστὸς προσελάβετο ὑμᾶς, εἰς δόξαν θεοῦ. 

ΤΟ ΕΥΑΓΓΕΛΙΟ
Ματθαῖον θ’ 27-35
Τῷ καιρῷ ἐκείνῳ, παράγοντι τῷ ᾿Ιησοῦ,  ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ, κράζοντες καὶ λέγοντες· Ἐλέησον ἡμᾶς,  Υἱὲ Δαυΐδ. Ἐλθόντι δὲ εἰς τὴν οἰκίαν,  προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει  αὐτοῖς ᾿Ιησοῦς· Πιστεύετε ὅτι δύναμαι  τοῦτο ποιῆσαι; Λέγουσιν αὐτῷ· Ναί,  Κύριε. Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν, λέγων· Κατὰ τὴν πίστιν ὑμῶν,  γενηθήτω ὑμῖν. Καὶ ἀνεῴχθησαν αὐτῶν  οἱ ὀφθαλμοί· καὶ ἐνεβριμήσατο αὐτοῖς Ιησοῦς λέγων· Ὁρᾶτε μηδεὶς γινωσκέτω.
Οἱ δὲ ἐξελθόντες, διεφήμισαν αὐτὸν ἐν  ὅλῃ τῇ γῇ ἐκείνῃ. Αὐτῶν δὲ  ἐξερχομένων, ἰδοὺ προσήνεγκαν αὐτῷ  ἄνθρωπον κωφὸν, δαιμονιζόμενον· Καὶ ἐκβληθέντος τοῦ δαιμονίου, ἐλάλησεν  κωφός· καὶ ἐθαύμασαν οἱ ὄχλοι  λέγοντες· Ὅτι οὐδέποτε ἐφάνη οὕτως ἐν  τῷ ᾿Ισραήλ. Οἱ δὲ Φαρισαῖοι ἔλεγον· Ἐν  τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ  δαιμόνια. Καὶ περιῆγεν ᾿Ιησοῦς τὰς  πόλεις πάσας καὶ τὰς κώμας διδάσκων  ἐν ταῖς Συναγωγαῖς αὐτῶν, καὶ  κηρύσσων τὸ Εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.

Δεν υπάρχουν σχόλια: